Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 37.11 Dem. 37.13 (English) >>Dem. 37.16

37.12ὡς δὲ συνήλθομεν, τὰ μὲν πολλὰ τί δεῖ λέγειν; ἧκον δʼ οἱ δεδανεικέναι φάσκοντες τούτῳ ἐπὶ τῷ ἐργαστηρίῳ καὶ τοῖς ἀνδραπόδοις ἡμεῖς ἐπριάμεθα παρὰ Μνησικλέους, καὶ οὐδὲν ἦν ἁπλοῦν οὐδʼ ὑγιὲς τούτων. πάντα δʼ ἐξελεγχόμενοι ψευδῆ λέγοντες, καὶ τοῦ Μνησικλέους βεβαιοῦντος ἡμῖν, προκαλοῦνται πρόκλησιν ἡμᾶς ὡς οὐ δεξομένους, κομίσασθαι πάντα τὰ χρήματα παρʼ αὑτῶν καὶ ἀπελθεῖν, διαλῦσαι σφᾶς ὑπὲρ ὧν ἐνεκάλουν, αἰτιώμενοι πολλῷ πλείονος ἄξιʼ ἔχειν ὧν ἐδεδώκεμεν χρημάτων. 37.13ἀκούσας δʼ ἐγώ, παραχρῆμα, οὐδὲ βουλευσάμενος, κομίσασθαι συνεχώρησα, καὶ τὸν Εὔεργον ἔπεισα. ἐπειδὴ δʼ ἔδει τὰ χρήμαθʼ ἡμᾶς ἀπολαμβάνειν καὶ τὸ πρᾶγμʼ εἰς τοῦτο προῆκτο, οὐκ ἔφασαν μετὰ ταῦτα δώσειν οἱ τότʼ ἐκεῖνʼ ἐπαγγειλάμενοι, εἰ μὴ πρατῆρες γιγνοίμεθʼ ἡμεῖς τῶν κτημάτων αὐτοῖς, νοῦν ἔχοντες, ἄνδρες Ἀθηναῖοι, κατʼ αὐτό γε τοῦτο· ἑώρων γὰρ ἡμᾶς οἷʼ ἐσυκοφαντούμεθʼ ὑπὸ τούτου. ὡς οὖν καὶ ταῦτʼ ἀληθῆ λέγω, λαβέ μοι καὶ ταύτας τὰς μαρτυρίας.Μαρτυρίαι

37.14ἐπειδὴ τοίνυν τὸ πρᾶγμʼ ἐνταῦθʼ εἱστήκει, καὶ τὰ μὲν χρήματʼ οὐ προΐενθʼ οὓς ἐπήγαγεν οὗτος, ἡμεῖς δʼ εἰκότως ἐφαινόμεθʼ ὧν ἐωνήμεθα κρατεῖν, ἱκέτευεν, ἐδεῖτο, ἠντεβόλει πρατῆρας ἡμᾶς γενέσθαι. ἀξιοῦντος δὲ τούτου καὶ πολλὰ δεηθέντος ἐμοῦ καὶ τί οὐ ποιήσαντος; καὶ τοῦθʼ ὑπέμεινα.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 37.11 Dem. 37.13 (English) >>Dem. 37.16

Powered by PhiloLogic